호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλά γέ τοι φῦλά ἐστιν ἀνθρώπων, παρ’ οἷσ αἱ μητροπόλεισ οὐκ ἄρχουσιν ἀλλ’ ὑποτάττονται ταῖσ ἀποικίαισ. μέγιστον δὲ καὶ φανερώτατον τοῦ λόγου τοῦδε παράδειγμα ἡ Σπαρτιατῶν πόλισ οὐ τῶν ἄλλων μόνον ἄρχειν ἀξιοῦσα Ἑλλήνων, ἀλλὰ καὶ τοῦ Δωρικοῦ γένουσ ὅθεν ἀπῳκίσθη. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; αὐτοὶ γὰρ ὑμεῖσ οἱ τὴν ἡμετέραν πόλιν ἀποικίσαντεσ Λαουϊνιατῶν ἐστε ἄποικοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기