호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τελευταῖόσ μοι λόγοσ ἐστίν, ὅτι τῆσ Ἀλβανῶν πόλεωσ οὐθὲν ἔτι παρακινεῖ μέροσ τοῦ πολιτεύματοσ ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένησ καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσησ, ἡ δ’ ὑμετέρα πόλισ ἀδιακόσμητόσ ἐστιν ἔτι καὶ ἀδιάτακτοσ, ἅτε νεόκτιστοσ οὖσα καὶ ἐκ πολλῶν συμφορητὸσ ἐθνῶν, ᾗ μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα ὥσπερ νῦν. ἅπαντεσ δ’ ἂν εἴποιεν ὅτι δεῖ τὰ καθεστηκότα τῶν ταραττομένων καὶ τὰ πεπειραμένα τῶν ἀδοκιμάστων καὶ τὰ ὑγιαίνοντα τῶν νοσούντων ἄρχειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기