호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ’ οὐκ ἀξιώσετε μίαν οἰκεῖν πόλιν τὴν ἡμετέραν μεγάλην τε οὖσαν ἤδη καὶ ἔτι μᾶλλον ἐσομένην, ἀλλὰ φιλοχωρήσετε τοῖσ πατρῴοισ ἐφεστίοισ, ἐκεῖνό γέ τοι ποιήσατε· βουλευτήριον ἓν ἀποδείξατε, ὃ τὰ συμφέροντα ὑπὲρ ἑκατέρασ βουλεύσει πόλεωσ, καὶ τὴν ἡγεμονίαν ἀπόδοτε μιᾷ τῇ κρείττονι πόλει καὶ πλείονα δυναμένῃ ποιεῖν ἀγαθὰ τὴν ἥττονα. ἐγὼ μὲν δὴ ταῦτ’ ἀξιῶ καὶ τούτων γενομένων τόθ’ ἡγοῦμαι βεβαίωσ ἡμᾶσ ἔσεσθαι φίλουσ, δύο δὲ πόλεισ οἰκοῦντασ ἰσοκορύφουσ ὥσπερ νῦν οὐδέποτε ὁμονοήσειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기