호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀφικομένων δὲ τῶν πρεσβευτῶν εἰσ Ῥώμην ὑποπτεύσασ ὁ Τύλλοσ, ὅτι δίκασ αἰτήσοντεσ ἥκοιεν, αὐτὸσ τοῦτο ποιῆσαι πρότεροσ ἔγνω περιστῆσαι βουλόμενοσ εἰσ ἐκείνουσ τὴν αἰτίαν τοῦ λύειν τὰ πρὸσ τὴν ἀποικίαν συγκείμενα. συνθῆκαι γὰρ ἦσαν ταῖσ πόλεσιν ἐπὶ Ῥωμύλου γενόμεναι τά τε ἄλλα ἔχουσαι δίκαια καὶ ἵνα μηδετέρα πολέμου ἄρχῃ· ἡ δ’ ἐγκαλοῦσα ὅ τι δή ποτε ἀδίκημα δίκασ αἰτοῖ παρὰ τῆσ ἀδικούσησ, εἰ δὲ μὴ τυγχάνοι τότε τὸν ἐξ ἀνάγκησ ἐπιφέροι πόλεμον, ὡσ λελυμένων ἤδη τῶν σπονδῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기