- 텍스트

Dio, Chrysostom, Orationes, ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.? 70:

(디오, 크리소토모스, 연설, ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ. 70:)

ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶσύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἑώς τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον: καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. ὁ δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται: κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἰή κίναιδος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION