호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ ἄρχοντεσ εἰσ τὸ θέατρον ἐβάδιζον, κἀγὼ σὺν αὐτοῖσ. τὸ δὲ θέατρόν ἐστιν ὥσπερ φάραγξ κοῖλον, πλὴν οὐ μακρὸν ἑκατέρωθεν, ἀλλὰ στρογγύλον ἐξἡμίσουσ, οὐκ αὐτόματον, ἀλλ’ ᾠκοδομημένον λίθοισ. ἴσωσ δέ μου καταγελᾷσ, ὅτι σοι διηγοῦμαι σαφῶσ εἰδότι ταῦτα. πρᾶτον μὲν οὖν πολύν τινα χρόνον ἄλλα τινὰ ἔπραττεν ὁ ὄχλοσ, καὶ ἐβόων ποτὲ μὲν πρᾴωσ καὶ ἱλαροὶ πάντεσ, ἐπαινοῦντέσ τινασ, ποτὲ δὲ σφόδρα καὶ ὀργίλωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기