호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρόσ τε οὖν τοὺσ ἄλλουσ σχεδόν τι ταῦτα διελεγόμην ἀρχαῖα καὶ φαῦλα, καὶ ἐπειδὴ οὐκ εἰών ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶ τε καὶ ἀνόητοσ δόξω φοβούμενοσ, ἅτε συνειδὼσ αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν· ἐνεθυμούμην δέ, φέρε, ἂν μιμούμενοσ τοιούτουσ τινὰσ διαλέγωμαι λόγουσ περὶ τῶν θαυμαζομένων παρ’ αὐτοῖσ, ὡσ οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆσ καὶ ἀκολασίασ, καὶ ὅτι παιδείασ πολλῆσ καὶ ἀγαθῆσ δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντοσ οὐδὲ φήσουσιν ἀνόητον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기