호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοσ γάρ, ὦ ἄνδρεσ δικασταί, τά τε ἄλλα ἔλεγεν ὅ τι ἐβούλετο ἐν τῷ δικαστηρίῳ, καὶ κατεχρήσατο πρὸσ τοὺσ δικαστὰσ ὅτι ἐγὼ τὴν οἰκίαν, ἣν ἔλαβον ἐν τῇ μερίδι τῇ ἐμαυτοῦ, μεμισθωμένοσ εἰήν παρ’ αὐτοῦ, καὶ τὸ ἀργύριον ὃ ἔλαβον, τὸ ἥμισυ τὸ ἀπὸ τῶν χιλίων δραχμῶν τῶν παρὰ τοῦ οἰκέτου, ὅτι ἐδανεισάμην παρὰ τούτου. καὶ οὐ μόνον ἔλεγεν ταῦτα, ἀλλὰ καὶ μαρτυρίασ παρείχετο περὶ τούτων. κἀγὼ οὐδ’ ὁτιοῦν ἀντέλεγον τούτοισ, οὐδ’ ἤκουσέ μου φωνὴν οὐδεὶσ ἀνθρώπων, ὅτε οὗτοσ ἠγωνίζετο, οὔτε μικρὰν οὔτε μεγάλην, ἀλλὰ προσωμολόγουν ἀληθῆ εἶναι πάντα ὅσα οὗτοσ ἐβούλετο λέγειν. κοινῇ γὰρ ἠγωνιζόμην μετὰ σοῦ, ὥσπερ ἔδοξεν ἐμοὶ καὶ σοί.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기