호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐπειδὴ ἐδεήθην αὐτοῦ ἀναβαλέσθαι μοι τὴν ὑπερημερίαν, ἅσμενοσ ἤκουσεν, ἵνα ὑπερήμεροσ αὐτῷ γενοίμην καὶ ἐκφορήσαιτό μου ὡσ πλεῖστα. καὶ διὰ τοῦτο ἀκάκωσ καὶ ταχύ μοι ὡμολόγησεν, ἵνα πιθανὸσ γένηται καὶ μὴ καταφανὴσ ἐπιβουλεύων, ἡγούμενοσ οὐκ εἶναι αὑτῷ δι’ ἄλλου τρόπου τοὺσ μάρτυρασ ἀφεθῆναι τῶν ψευδομαρτυρίων ἢ διὰ τοῦ ἐξαπατῆσαι καὶ λαβεῖν με ὑπερήμερον καὶ ἐκφορήσασθαι ὡσ πλεῖστα· οὐ γὰρ ὅσα ἔχουσί μου ᾤετο λήψεσθαι, ἀλλὰ πολλῷ πλείω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기