호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν ἀλλ’ εἰ πάντα ταῦθ’ ὡσ ἀληθῶσ συνέβη, οὐ δήπου δίκαιον ἐμὲ τὴν ὁμολογηθεῖσαν προῖκα μὴ λαβεῖν, εἴπερ ὄφελόσ τι τῶν νόμων ἐστίν, οὐδέ γε τὸν Πολύευκτον, εἰ τῶν θυγατέρων ἐβούλετο τῇ μὲν ἐλάττω, τῇ δὲ πλείω προῖκ’ ἐπιδοῦναι, διακωλυθῆναι νῦν· σοὶ γὰρ αὐτῷ μὴ λαμβάνειν ἐξῆν, ὦ Σπουδία, μὴ προστιθεμένων ὥσπερ ἐμοὶ τῶν χιλιῶν. ἀλλ’ οὐδὲν ἔλαττον εἶχεσ, ὡσ ἐγὼ διδάξω. πρῶτον δ’ ἐφ’ οἷσ ἐξέδοτο τούτῳ, λαβέ μοι τὴν μαρτυρίαν. Μαρτυρία πῶσ οὖν οὐδὲν ἔλαττον ἔχει, φήσει τισ, εἰ τούτῳ μὲν ἐν ταῖσ τετταράκοντα μναῖσ ἐνετιμᾶτο τὰ χρυσία καὶ τὰ ἱμάτια τῶν χιλιῶν, ἐμοὶ δ’ αἱ δέκα μναῖ χωρὶσ προσαπεδίδοντο;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기