호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἱ δ’ ἐν Εὐβοίᾳ πόλεισ οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτ’ ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν; οὐ διαρρήδην εἰσ τὰσ ἐπιστολὰσ γράφει ἐμοὶ δ’ ἐστὶν εἰρήνη πρὸσ τοὺσ ἀκούειν ἐμοῦ βουλομένουσ; καὶ οὐ γράφει μὲν ταῦτα, τοῖσ δ’ ἔργοισ οὐ ποιεῖ, ἀλλ’ ἐφ’ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ’ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροισ ἐπεβούλευσεν πρώην, οὔθ’ ἡ Ἑλλὰσ οὔθ’ ἡ βάρβαροσ τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기