호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῖ δὴ ταῦτ’ ἐπανέντασ καὶ ὑμῶν αὐτῶν ἔτι καὶ νῦν γενομένουσ κοινὸν καὶ τὸ βουλεύεσθαι καὶ τὸ λέγειν καὶ τὸ πράττειν ποιῆσαι. εἰ δὲ τοῖσ μὲν ὥσπερ ἐκ τυραννίδοσ ὑμῶν ἐπιτάττειν ἀποδώσετε, τοῖσ δ’ ἀναγκάζεσθαι τριηραρχεῖν, εἰσφέρειν, στρατεύεσθαι, τοῖσ δὲ ψηφίζεσθαι κατὰ τούτων μόνον, ἄλλο δὲ μηδ’ ὁτιοῦν συμπονεῖν, οὐχὶ γενήσεται τῶν δεόντων ἡμῖν οὐδὲν ἐν καιρῷ· τὸ γὰρ ἠδικημένον ἀεὶ μέροσ ἐλλείψει, εἶθ’ ὑμῖν τούτουσ κολάζειν ἀντὶ τῶν ἐχθρῶν ἐξέσται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기