호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λοιποὺσ δὴ περὶ αὐτὸν εἶναι λῃστὰσ καὶ κόλακασ καὶ τοιούτουσ ἀνθρώπουσ οἱούσ μεθυσθέντασ ὀρχεῖσθαι τοιαῦθ’ οἷ’ ἐγὼ νῦν ὀκνῶ πρὸσ ὑμᾶσ ὀνομάσαι. δῆλον δ’ ὅτι ταῦτ’ ἐστὶν ἀληθῆ· καὶ γὰρ οὓσ ἐνθένδε πάντεσ ἀπήλαυνον ὡσ πολὺ τῶν θαυματοποιῶν ἀσελγεστέρουσ ὄντασ, Καλλίαν ἐκεῖνον τὸν δημόσιον καὶ τοιούτουσ ἀνθρώπουσ, μίμουσ γελοίων καὶ ποιητὰσ αἰσχρῶν ᾀσμάτων, ὧν εἰσ τοὺσ συνόντασ ποιοῦσιν εἵνεκα τοῦ γελασθῆναι, τούτουσ ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기