호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴ του δέει γ ὧν δυνατός εἰμί ς ὠφελεῖν.? εἴ μοι πορίσας ἄρτον τιν εὖ πεπεμμένον δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν ὧν θύεθ ὑμεῖς ἔνδον. ἀλλ οὐκ ἐκφορά. καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου ὑφέλοι, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί. ἐφ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε. ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος. ἔπειτα τοῦτόν γ αὐτὸς ἂν κατήσθιες. οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί, ὁπότε τι ληφθείην πανουργήσας ἐγώ. μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες. ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με. ἔπειτ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς· τὰ γὰρ παρ ὑμῖν ἐστι βελτίω πολύ. τί δέ· ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ· πατρὶς γάρ ἐστι πᾶς ἵν ἂν πράττῃ τις εὖ. τί δῆτ ἂν εἰής ὄφελος ἡμῖν ἐνθάδ ὤν· παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με. στροφαῖον· ἀλλ οὐκ ἔργον ἔστ οὐδὲν στροφῶν. ἀλλ ἐμπολαῖον. ἀλλὰ πλουτοῦμεν: τί οὖν Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν· ἀλλὰ δόλιον τοίνυν. δόλιον· ἥκιστά γε: οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ ἁπλῶν τρόπων. ἀλλ ἡγεμόνιον. ἀλλ ὁ θεὸς ἤδη βλέπει, ὥσθ ἡγεμόνος οὐδὲν δεησόμεσθ ἔτι. ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτ ἐρεῖς· Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς. ὡς ἀγαθόν ἐστ ἐπωνυμίας πολλὰς ἔχειν: οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον. οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν. οὐκοῦν ἐπὶ τούτοις εἰσίω· καὶ πλῦνέ γε αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας, ἵν εὐθέως διακονικὸς εἶναι δοκῇς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기