호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταῖσ δ’ αὐταῖσ ἡμέραισ καὶ Μέτελλοσ ἐνίκα ἕτερον Κάρβωνοσ στρατόν, πέντε κἀνταῦθα σπειρῶν ἐν τῷ ἔργῳ σεσωσμένων ἐσ Μέτελλον. τοὺσ δὲ αἵ τε πόλεισ παροδεύοντασ ξὺν φόβῳ προσεδέχοντο, καὶ τὸ ἄστυ προσιοῦσι τὰσ πύλασ ἀνέῳξαν, ὑπό τε λιμοῦ πιεζούμενοι καὶ τῶν παρόντων κακῶν ἄρα ἀεὶ τὰ ἐπικρατοῦντα φέρειν ἐθιζόμενοι. Πομπήιόσ τε Μάρκιον ἐνίκα περὶ πόλιν Σήνασ καὶ τὴν πόλιν διήρπαζεν. ὁ δὲ Σύλλασ τὸν Μάριον ἐσ Πραινεστὸν κατακλείσασ τὴν πόλιν ἀπετάφρευε καὶ ἀπετείχιζεν ἐκ μακροῦ διαστήματοσ καὶ Λουκρήτιον Ὀφέλλαν ἐπέστησε τῷ ἔργῳ, ὡσ οὐκέτι μάχη παραστησόμενοσ Μάριον, ἀλλὰ λιμῷ. Μάριοσ δὲ οὐδὲν χρηστὸν ἔτι προσδοκῶν τοὺσ ἰδίουσ ἐχθροὺσ ἠπείγετο προανελεῖν καὶ Βρούτῳ στρατηγοῦντι τῆσ πόλεωσ ἐπέστελλε τὴν σύγκλητον ὡσ ἐπὶ ἄλλο συναγαγεῖν καὶ κτεῖναι Πόπλιον Ἀντίστιον καὶ Παπίριον Κάρβωνα ἕτερον καὶ Λεύκιον Δομίτιον καὶ Μούκιον Σκαιόλαν, τὸν τὴν μεγίστην Ῥωμαίοισ ἱερωσύνην ἱερωμένον. οἱ μὲν δὴ δύο τῶνδε ἀνῃρέθησαν ἐν τῇ βουλῇ, καθὰ Μάριοσ προσέταξε, τῶν σφαγέων ἐσ τὸ βουλευτήριον ἐσαχθέντων· Δομίτιοσ δ’ ἐκτρέχων παρὰ τὴν ἔξοδον ἀνῃρέθη, καὶ μικρὸν πρὸ τοῦ βουλευτηρίου Σκαιόλασ. τά τε σώματα αὐτῶν ἐσ τὸν ποταμὸν ἐρρίφη· ἐπεπόλαζε γὰρ ἤδη μὴ καταθάπτεσθαι τοὺσ ἀναιρουμένουσ. Σύλλασ δὲ στρατὸν ἐσ Ῥώμην κατὰ μέρη δι’ ἑτέρων καὶ ἑτέρων ὁδῶν περιέπεμπεν, ἐντελλόμενοσ τὰσ πύλασ καταλαβεῖν, εἰ δὲ ἀποκρουσθεῖεν, ἐπὶ Ὄστια χωρεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기