호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ τάδε μὲν ἀμφὶ τὴν Ἰταλίαν ἦν τὴν περὶ τὸν Ιὄνιον· αἰσθόμενοι δ’ αὐτῶν οἱ ἐπὶ θάτερα τῆσ Ῥώμησ Τυρρηνοὶ καὶ Ὀμβρικοὶ καὶ ἄλλα τινὰ αὐτοῖσ ἔθνη γειτονεύοντα, πάντεσ ἐσ ἀπόστασιν ἠρεθίζοντο. δείσασα οὖν ἡ βουλή, μὴ ἐν κύκλῳ γενόμενοσ αὐτοῖσ ὁ πόλεμοσ ἀφύλακτοσ ᾖ, τὴν μὲν θάλασσαν ἐφρούρει τὴν ἀπὸ Κύμησ ἐπὶ τὸ ἄστυ δι’ ἀπελευθέρων, τότε πρῶτον ἐσ στρατείαν δι’ ἀπορίαν ἀνδρῶν καταλεγέντων, Ἰταλιωτῶν δὲ τοὺσ ἔτι ἐν τῇ συμμαχίᾳ παραμένοντασ ἐψηφίσατο εἶναι πολίτασ, οὗ δὴ μάλιστα μόνον οὐ πάντεσ ἐπεθύμουν. καὶ τάδε ἐσ Τυρρηνοὺσ περιέπεμπεν, οἱ δὲ ἄσμενοι τῆσ πολιτείασ μετελάμβανον. καὶ τῇδε τῇ χάριτι ἡ βουλὴ τοὺσ μὲν εὔνουσ εὐνουστέρουσ ἐποίησε, τοὺσ δὲ ἐνδοιάζοντασ ἐβεβαιώσατο, τοὺσ δὲ πολεμοῦντασ ἐλπίδι τινὶ τῶν ὁμοίων πραοτέρουσ ἐποίησεν. Ῥωμαῖοι μὲν δὴ τούσδε τοὺσ νεοπολίτασ οὐκ ἐσ τὰσ πέντε καὶ τριάκοντα φυλάσ, αἳ τότε ἦσαν αὐτοῖσ, κατέλεξαν, ἵνα μὴ τῶν ἀρχαίων πλέονεσ ὄντεσ ἐν ταῖσ χειροτονίαισ ἐπικρατοῖεν, ἀλλὰ δεκατεύοντεσ ἀπεφηναν ἑτέρασ, ἐν αἷσ ἐχειροτόνουν ἔσχατοι. καὶ πολλάκισ αὐτῶν ἡ ψῆφοσ ἀχρεῖοσ ἦν, ἅτε τῶν πέντε καὶ τριάκοντα προτέρων τε καλουμένων καὶ οὐσῶν ὑπὲρ ἥμισυ. ὅπερ ἢ λαθὸν αὐτίκα ἢ καὶ ὣσ αὐτὸ ἀγαπησάντων τῶν Ἰταλιωτῶν ὕστερον ἐπιγνωσθὲν ἑτέρασ στάσεωσ ἦρξεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기