호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ γάρ τι τούτων ἀληθὲσ ἦν ὧν σὺ λέγεισ, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντεσ, ὧν τοὺσ μὲν ἐξεβεβλήκειν, τοὺσ δ’ ἐκώλυσα κατελθεῖν· νῦν δ’ οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντεσ οἱ φεύγοντεσ Βοιωτῶν ᾕρηνταί μοι συνηγόρουσ, ἥκουσι δ’ ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεισ, οὓσ ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν ἐπὶ τοὺσ Ἀμφικτύονασ πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡσ δεῖ τοὺσ ἡβῶντασ ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰσ τοὺσ Ἀμφικτύονασ, ὥστε ἀπολογίασ τυχεῖν. ὁ μὲν γὰρ Φάλαικοσ ὑπόσπονδοσ ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντοσ δ’ ἐμοῦ διεσώθησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기