호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκεῖνα δ’ ἤδη καὶ σφόδρα διωρθοῦτο· "οὐκ εἶπον, ὡσ καλὸσ εἶ· "γυνὴ γὰρ τῶν ὄντων ἐστὶ κάλλιστον· "οὐδ’ ὡσ δεινὸσ πιεῖν, σπογγιᾶσ τὸν ἔπαινον ὑπολαμβάνων τοῦτον εἶναι· "οὐδ’ ὡσ μνημονικόσ, σοφιστοῦ τὰ τοιαῦτα νομίζων ἐργολαβοῦντοσ ἐγκώμια εἶναι. ἵνα δὲ μὴ μακρολογῶ, τοιαῦτ’ ἦν ἃ ἔλεγε παρόντων τῶν πρέσβεων ὡσ ἔποσ εἰπεῖν ἐξ ἁπάσησ τῆσ Ἑλλάδοσ, ἐφ’ οἷσ γέλωτεσ οὐχ οἱ τυχόντεσ ἐγίγνοντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기