호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλοσ ὁ Λαυμψακηνὸσ εἶπε παρελθών, ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτησ, ἀξιοίη δὲ ἀποδοῦναι τοὺσ ὁρ́κουσ τοῖσ Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖσ ὑμετέροισ συμμάχοισ. ῥηθέντων δὲ τῶν λόγων τούτων, Ἀλεξίμαχοσ ὁ Πήληξ δίδωσιν ἀναγνῶναι ψήφισμα τοῖσ προέδροισ, ἐν ᾧ ἐγέγραπτο ἀποδοῦναι τοὺσ ὁρ́κουσ Φιλίππῳ μετὰ τῶν ἄλλων συμμάχων τὸν ἥκοντα παρὰ Κερσοβλέπτου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기