호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ’ ἔχουσαν ἐπιλογισμούσ. ὧν σκόπει τὸν πρῶτον εὐθύσ. πολλὰσ διὰ μέσου ποιούμενον ἐπιστάσεισ, εἶτ’ αὖθισ ὁρμὰσ καὶ ἐπιπηδήσεισ, ἀλλὰ λείωσ καὶ ὁμαλῶσ τοῦ πρόσθεν ἐπιλαμβανόμενον ἀεὶ καὶ διϊὸν ἀπταίστωσ διὰ τοῦ λόγου τεκμήριον ἑαυτῷ ποιήσαιτο προκοπῆσ.
οὐ πρὸσ ἀργυρίου μόνον αὔξησιν εἴρηται καλῶσ, ἀλλ’ εἰσ ἅπαντα ποιεῖ, μάλιστα δ’ εἰσ ἀρετῆσ ἐπίδοσιν, πολὺ καὶ τελεσιουργὸν ἔθοσ τοῦ λόγου προσλαμβάνοντοσ·
οἱ μαθηματικοὶ στηρίζειν λέγουσι παυσαμένησ τῆσ εἰσ τοὔμπροσθεν αὐτῶν πορείασ, ἐν δὲ τῷ φιλοσοφεῖν οὐκ ἔστι ληγούσησ διάλειμμα προκοπῆσ οὐδὲ στηριγμόσ, ἀλλ’ ἀεί τινασ ἔχουσα κινήσεισ ἡ φύσισ ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν ἐθέλει καὶ κατατείνεσθαι ταῖσ βελτίοσιν, ἢ ταῖσ ἐναντίαισ πρὸσ τὸ χεῖρον οἴχεται φερομένη.
οὕτω συνίδῃσ σεαυτὸν ἡμέρασ τε καὶ νύκτωρ ἀεὶ τῇ κακίᾳ διαμεμαχημένον, ἢ μὴ πολλάκισ γε τὴν φρουρὰν ἀνεικότα μηδὲ συνεχῶσ παρ’ αὐτῆσ;
ἢ ἀσχολίασ ἐπὶ σπονδαῖσ προσδεδεγμένον, εἰκότωσ ἂν εὐθαρσὴσ καὶ πρόθυμοσ βαδίζοισ ἐπὶ τὸ λειπόμενον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기