- 텍스트

Plato, Euthyphro, Apology, Crito, Phaedo, Ἀπολογία Σωκράτους? 191:

(플라톤, Euthyphro, Apology, Crito, Phaedo, Ἀπολογία Σωκράτους 191:)

καὶ τί με δεῖ ζῆν ἐν δεσμωτηρίῳ, δουλεύοντα τῇ ἀεὶ καθισταμένῃ ἀρχῇ, τοῖς ἕνδεκα· ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἑώς ἂν ἐκτείσω· ἀλλὰ ταὐτόν μοί ἐστιν ὅπερ νυνδὴ ἔλεγον: οὐ γὰρ ἔστι μοι χρήματα ὁπόθεν ἐκτείσω. ἀλλὰ δὴ φυγῆς τιμήσωμαι· ἴσως γὰρ ἄν μοι τούτου τιμήσαιτε. πολλὴ μεντἄν με φιλοψυχία ἔχοι, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οὕτως ἀλόγιστός εἰμι ὥστε μὴ δύνασθαι λογίζεσθαι ὅτι ὑμεῖς μὲν ὄντες πολῖταί μου οὐχ οἱοί῀ τε ἐγένεσθε ἐνεγκεῖν τὰς ἐμὰς διατριβὰς καὶ τοὺς λόγους, ἀλλ ὑμῖν βαρύτεραι γεγόνασιν καὶ ἐπιφθονώτεραι, ὥστε ζητεῖτε αὐτῶν νυνὶ ἀπαλλαγῆναι:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION