호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτων ἄν τισ κατανοήσειεν, ὅσα καὶ πηλίκα τολμῶσιν ἄνθρωποι πλεονεξίασ ἕνεκα καὶ ἀρχῆσ καὶ τοῦ μηδενὶ τούτων παραχωρῆσαι· κτήσασθαι γὰρ αὐτὰ ποθοῦντεσ διὰ μυρίων κακῶν λαμβάνουσι, καὶ δείσαντεσ ἀποβαλεῖν πολλῷ χείροσι τὸ βέβαιον αὑτοῖσ τῆσ παραμονῆσ περιποιοῦσιν, ὡσ οὐχ ὁμοίου δεινοῦ τυγχάνοντοσ πορίσασθαι τηλικοῦτον μέγεθοσ ἐξουσίασ, καὶ συνήθη τοῖσ ἀπ’ αὐτῆσ ἀγαθοῖσ γενόμενον ἔπειτ’ αὐτὴν ἀπολέσαι, τούτου δὲ ὑπερβολὴν ἔχοντοσ συμφορᾶσ. καὶ διὰ τοῦτο χαλεπώτερα μηχανῶνται καὶ τολμῶσιν ἐν φόβῳ ἔργα πάντεσ τοῦτ’ ἀποβαλεῖν γενόμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기