호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄπειρον δέ τι πλῆθοσ ἐκ τῆσ ἁλώσεωσ συναθροίζεται ἀργύρου τε καὶ χρυσοῦ καὶ προσέτι χαλκοῦ μηδενὸσ παραβάντοσ τὰ δεδογμένα μηδ’ εἰσ ἰδίαν ὠφέλειαν αὐτὰ διαρπασαμένων, ἀλλ’ ἀποσχομένων ὡσ ἤδη τῷ θεῷ καθιερωμένων. καὶ ταῦτα μὲν Ιἠσοῦσ τοῖσ ἱερεῦσιν εἰσ τοὺσ θησαυροὺσ παραδίδωσι καταθέσθαι. καὶ Ιἑριχοῦσ μὲν τοῦτον ἀπώλετο τὸν τρόπον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기