호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵνα γὰρ τὴν βουλὴν ἀφῶ καὶ τὸν δῆμον τούς τε νέους καὶ τοὺς γέροντας, ἐστὶ πλῆθος οὐκ ὀλίγον ὥσπερ ἔξωθεν τῆς πολιτείας: τούτους δὲ εἰώθασιν ἔνιοι λινουργοὺς καλεῖν: καὶ ποτὲ μὲν βαρύνονται καί φασιν ὄχλον εἶναι περισσὸν καὶ τοῦ θορύβου καὶ τῆς ἀταξίας αἴτιον, πάλιν δὲ μέρος ἡγοῦνται τῆς πόλεως καὶ πολλοῦ ἀξιοῦσιν. οὓς εἰ μὲν οἰέσθε βλάπτειν ὑμᾶς καὶ στάσεως ἄρχειν καὶ ταραχῆς, ὅλως ἐχρῆν ἀπελάσαι καὶ μὴ παραδέχεσθαι ταῖς ἐκκλησίαις: εἰ δὲ τρόπον τινὰ πολίτας εἶναι τῷ μὴ μόνον οἰκεῖν, ἀλλὰ καὶ γεγονέναι τοὺς πλείους ἐνθάδε καὶ μηδεμίαν ἄλλην ἐπίστασθαι πόλιν, οὐδὲ ἀτιμάζειν δήπου προσήκει οὐδὲ ἀπορρηγνύειν αὑτῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기