호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲ οἶνον ποιεῖτε; εἰσὶ δὲ γενναῖαι σφόδρα καὶ τοὺσ βότρυσ φέρουσι μεγάλουσ, ὅταν οἱ παριόντεσ ἐπαφῶσιν αὐτούσ. ἄλλοσ τισ ἠρώτησεν. ποιοῦμεν, εἶπον. ἂν οὖν τισ ὑμῶν ἀφίκηται, δώσομεν· ὅπωσ δὲ ἥξει φέρων ἀσκόν τινα· ἡμεῖσ γὰρ οὐκ ἔχομεν. πόσαι γάρ τινέσ εἰσιν ὑμῖν ἄμπελοι; Δύομέν, ἔφην, αἱ πρὸ τῶν θυρῶν, ἔσω δὲ τῆσ αὐλῆσ εἴκοσι· καὶ τοῦ ποταμοῦ πέραν ἃσ ἔναγχοσ ἐφυτεύσαμεν, ἕτεραι τοσαῦται·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기