호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θαυμάζω δ’ ἔγωγε καὶ τίνοσ ἕνεκ’ ἄν ποτε ὑπετίθει τὸν χαλκὸν τῷ πατρὶ τῷ ἐμῷ ὁ Βοιώτιοσ ναύαρχοσ, Φιλίππῳ ὀφείλων χιλίασ δραχμάσ. πότερον ὡσ Φίλιπποσ οὐκ ἂν ἡδέωσ τόκον ἐλάμβανεν, εἴπερ ἀσφαλῶσ ἦν αὐτῷ τὸ ἀργύριον δεδανεισμένον καὶ ἐπ’ ἐνεχύρῳ; ἢ ὡσ οὐκ ἦν τῷ Φιλίππῳ ἀργύριον; ὥστε τι ἔδει τοῦ πατρὸσ τοῦ ἐμοῦ δεηθῆναι δανεῖσαι τὰσ χιλίασ δραχμὰσ τὸν Βοιώτιον ναύαρχον καὶ ἀποδοῦναι Φιλίππῳ μᾶλλον ἢ οὐ τὸν χαλκὸν ὑποθεῖναι τῷ Φιλίππῳ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기