호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο δή, τοῦτ’, ὦ ἄνδρεσ δικασταί, μάθετε πρὸσ θεῶν. ἐνῆσαν μὲν γὰρ αἱ δύο μναῖ, ἡ τιμὴ τοῦ οἰκέτου, καὶ οὐ μόνον ὁ Πολύευκτοσ ἀποθνῄσκων ταύτασ ἐνεκεκλήκει, ἐνῆσαν δ’ αἱ χίλιαι καὶ ὀκτακόσιαι δραχμαί. ταῦτα δ’ ἀναγνούσ, εἰ μὲν αὐτῷ μηδὲν προσῆκεν μηδ’ ἀληθῆ τὰ γεγραμμέν’ ἦν, τί δή ποτ’ οὐκ εὐθὺσ ἠγανάκτει περὶ αὐτῶν; τί δὲ συνεσημαίνετο πάλιν τὰ μηδὲν ὑγιὲσ ὄντα μηδ’ ἀληθῆ γράμματα; τουτὶ γὰρ οὐδ’ ἂν εἷσ δήπου μὴ πᾶσιν ὁμολογῶν τοῖσ γεγραμμένοισ ποιήσειεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기