호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὡσ δ’ ἐπὶ τὸ ἄστυ ἠνέχθη, ἐσεφέρετο μετὰ πομπῆσ ἐνταῦθα δὴ μάλιστα ὑπερόγκου. καὶ τὸ πῦρ οἵ τε ἱππέεσ καὶ ἡ στρατιὰ περιέδραμον. στέφανοί τε γὰρ δισχιλίων πλείουσ ἀπὸ χρυσοῦ κατὰ σπουδὴν γενόμενοι παρεφέροντο, δῶρα τῶν πόλεων καὶ τῶν ὑπ’ αὐτῷ στρατευσαμένων τελῶν καὶ καθ’ ἕνα τῶν φίλων, ἄλλη τε τῶν ἐσ τῆν ταφὴν πεμφθέντων οὐ δυνατὴ φράσαι πολυτέλεια. καὶ τὸ σῶμα δέει τοῦ συνδραμόντοσ στρατοῦ παρέπεμπον ἱερέεσ τε ἅμα πάντεσ καὶ ἱέρειαι, κατὰ σφᾶσ αὐτῶν ἑκάτεροι, καὶ ἡ βουλὴ πᾶσα καὶ αἱ ἀρχαί, τὰ σφέτερα σημεῖα ἐπικείμενοι. κόσμῳ δ’ ἄλλῳ τὸ τῶν καλουμένων ἱππέων πλῆθοσ εἵπετο καὶ ὁ στρατὸσ ἐν μέρει πᾶσ, ὅσοσ ὑπεστράτευτο αὐτῷ· συνέδραμον γὰρ σπουδῇ, τὸ ἔργον ἅπαντεσ ἐπειγόμενοι καταλαβεῖν, σημεῖά τε φέροντεσ ἐπίχρυσα καὶ ὅπλα ἐπὶ σφίσι περιάργυρα, οἷσ ἔτι νῦν ἐσ τὰσ πομπὰσ εἰώθασι χρῆσθαι. σαλπιγκτῶν τε ἄπειρον ἦν πλῆθοσ, παρὰ μέροσ ὑγρότατα καὶ πένθιμα μελῳδούντων. βοῇ δ’ ἐπευφήμουν ἥ τε βουλὴ πρώτη καὶ οἱ ἱππέεσ ἐν μέρει, εἶθ’ ὁ στρατόσ, εἶθ’ ὁ δῆμοσ, οἱ μὲν τῷ ὄντι τὸν Σύλλαν ἐπιποθοῦντεσ, οἱ δὲ δειμαίνοντεσ αὐτοῦ καὶ τότε τὸν στρατὸν καὶ τὸν νέκυν οὐχ ἧττον ἢ περιόντοσ· ἔσ τε γὰρ τὴν ὄψιν τῶν γιγνομένων ἀποβλέποντεσ καὶ ἐσ τὴν μνήμην ὧν ἔδρασεν ὁ ἀνήρ, ἐξεπλήττοντο καὶ ὡμολόγουν τοῖσ ἐναντίοισ εὐτυχέστατον αὐτὸν ἐκείνοισ γενέσθαι καὶ σφίσι καὶ τεθνεῶτα φοβερώτατον. ὡσ δ’ ἐπὶ τοῦ βήματοσ, ἔνθα δημηγοροῦσιν ἐν ἀγορᾷ, προυτέθη, τοὺσ μὲν ἐπιταφίουσ λόγουσ εἶπεν ὁ κράτιστοσ εἰπεῖν τῶν τότε, ἐπεὶ Φαῦστοσ ὁ παῖσ ὁ τοῦ Σύλλα νεώτατοσ ἦν ἔτι, τὸ δὲ λέχοσ ὑποδύντεσ ἀπὸ τῆσ βουλῆσ ἄνδρεσ εὔρωστοι διεκόμιζον ἐσ τὸ πεδίον τὸ Ἄρειον, ἔνθα βασιλέεσ θάπτονται μόνοι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기