호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἷσ καὶ αὐτοὶ τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντεσ, αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι καὶ τὸ ἥδεσθαι χαίρειν καὶ τοὺσ φόβουσ εὐλαβείασ· ταύτην μὲν οὐδενὸσ ἂν αἰτιασαμένου τὴν εὐφημίαν; εἰ ταὐτὰ πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοισ καλοῦσι τοῖσ ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοισ. ὅταν δὲ δακρύοισ ἐλεγχόμενοι καὶ τρόμοισ καὶ χρόασ μεταβολαῖσ ἀντὶ λύπησ καὶ φόβου δηγμούσ τινασ καὶ συνθροήσεισ λέγωσι καὶ προθυμίασ τὰσ ἐπιθυμίασ ὑποκορίζωνται, σοφιστικὰσ δοκοῦσιν οὐ φιλοσόφουσ διακρούσεισ καὶ ἀποδράσεισ ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기