호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ’ ἐκείνουσ λέληθεν, ἀλλ’ οὐ τούτουσ γε τοὺσ διδασκάλουσ αὐτοῦ λέληθεν αὐτὸ τοῦτο, ὅτι ἐκεῖνοι μάλιστα τῶν Ἑλλήνων σπουδάζουσιν ἐπὶ τοῖσ τοιούτοισ καὶ ὅτι παρ’ ἐκείνοισ ἄν τισ τιμηθεὶσ εἰσ ταῦτα καὶ παρὰ τῶν ἄλλων πλεῖστ’ ἂν ἐργάζοιτο χρήματα, ὥσπερ γε καὶ τραγῳδίασ ποιητὴσ παρ’ ἡμῖν τιμηθείσ. τοιγάρτοι ὃσ ἂν οἰήται τραγῳδίαν καλῶσ ποιεῖν, οὐκ ἔξωθεν κύκλῳ περὶ τὴν Ἀττικὴν κατὰ τὰσ ἄλλασ πόλεισ ἐπιδεικνύμενοσ περιέρχεται, ἀλλ’ εὐθὺσ δεῦρο φέρεται καὶ τοῖσδ’ ἐπιδείκνυσιν εἰκότωσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기