호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καί τί σοι ἀποκριναίμην ἂν ἔτι, ὃσ οὔτε αὐτόν τινα κρίνειν οἱο͂́ν τε εἶναι φήσ, ἢν μὴ φοίνικοσ ἔτη βιώσῃ πάντασ ἐν κύκλῳ περιιὼν καὶ πειρώμενοσ, οὔτε τοῖσ προπεπειραμένοισ πιστεύειν ἀξιοῖσ οὔτε τοῖσ πολλοῖσ ἐπαινοῦσι καὶ μαρτυροῦσι; Τίνασ φὴσ τοὺσ πολλοὺσ εἰδότασ καὶ πεπειραμένουσ ἁπάντων; εἰ γάρ τισ τοιοῦτόσ ἐστιν, ἱκανὸσ ἔμοιγε καὶ εἷσ, καὶ οὐκέτι πολλῶν δεήσει. ἢν δὲ τοὺσ οὐκ εἰδότασ λέγῃσ, οὐδέν τι τὸ πλῆθοσ αὐτῶν προσάξεταί με πιστεύειν, ἄχρι ἂν ἢ μηδὲν ἢ ἓν εἰδότεσ περὶ ἁπάντων ἀποφαίνωνται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기