호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ γὰρ ἂν μέτριοσ ἄνθρωποσ βούλοιτο ἕτερον κακῶσ πάσχειν καὶ τῶν δικαίωσ δεδομένων ἀποστερεῖσθαι δι’ αὑτόν; ἢ πῶσ οὐκ ἂν ὀργίζοιτο ἐπὶ τούτῳ γιγνομένῳ μᾶλλον ἤπερ εἰδείη χάριν; ἢ γυναῖκα μὲν οὐδεὶσ ἂν ὑπομείνειε χρηστὸσ ὢν διὰ μοιχείαν λαβεῖν, ὅτι τὸν πρότερον ἔχοντα ἠδίκησε· μᾶλλον δὲ οὐδ’ ἂν ὅλωσ λάβοι τισ ἡδέωσ παρὰ ἀνδρὸσ ἑτέρου· καίτοι πολλάκισ γίγνεται τοῦτο οὐ μετὰ πονηρᾶσ αἰτίασ· τιμὴν δέ, ἣν οὐκ ἔστι δικαίωσ ἀπ’ ἄλλου λαβεῖν οὐδὲ χωρὶσ ὕβρεωσ τῆσ εἰσ ἐκεῖνον, ἀγαπᾶν τινα οἰέσθε, καὶ ταῦτα μηδ’ αὐτὸν ἐλπίζοντα ὡσ οὐθὲν ἂν πάθοι τοιοῦτον; ἀλλ’ ἀνδράποδον μέν τισ ὠνούμενοσ εἴ ποτε ἀπέδρα σκοπεῖ καὶ εἰ μὴ παρέμενε τῷ πρώτῳ δεσπότῃ· δωρεὰν δὲ καὶ χάριν, ἣν ἄπιστον ἡγεῖται καὶ σαφῶσ οἶδε μηδὲν ἔχουσαν βέβαιον, ἑκὼν ἂν πρόσοιτο;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기