호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὰν δὲ φερόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓσ ἀπέκτειναν, οἱ δὲ οὓσ ὕβρισαν, καλέσαντεσ δ’ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶσ ἐκβῆναι εἰσ τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν, εἰ δὲ μή, φέρονται αὖθισ εἰσ τὸν Τάρταρον καὶ ἐκεῖθεν πάλιν εἰσ τοὺσ ποταμούσ, καὶ ταῦτα πάσχοντεσ οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓσ ἠδίκησαν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기