호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μαχομένου γὰρ αὐτοῦ ἐνέσχετό που ἐν τοῖσ τῆσ νεὼσ σκεύεσιν καὶ ἀντελάβετο· εἷλκεν οὖν ὁ Στησίλεωσ βουλόμενοσ ἀπολῦσαι, καὶ οὐχ οἱο͂́σ τ’ ἦν, ἡ δὲ ναῦσ τὴν ναῦν παρῄει. τέωσ μὲν οὖν παρέθει ἐν τῇ νηὶ ἀντεχόμενοσ τοῦ δόρατοσ· ἐπεὶ δὲ δὴ παρημείβετο ἡ ναῦσ τὴν ναῦν καὶ ἐπέσπα αὐτὸν τοῦ δόρατοσ ἐχόμενον, ἐφίει τὸ δόρυ διὰ τῆσ χειρόσ, ἑώσ ἄκρου τοῦ στύρακοσ ἀντελάβετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기