호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσὶ δὲ λειμῶνεσ αὐτόθι πάγκαλοι καὶ φύσισ ἀνθῶν τε καὶ δένδρων παρεχόντων τὴν μὲν σκιὰν ἄνωθεν ἐξ ὕψουσ, τὸν δὲ καρπὸν ἐν ἐφικτῷ τοῖσ βουλομένοισ λαβεῖν νευόντων τῶν κλάδων. οἵ τε ὄρνιθεσ κατᾴδουσιν, οἱ μὲν ἐν τοῖσ ὄρεσιν συγκαθήμενοι, πολύ τι πλῆθοσ, οἱ δὲ ἄνωθεν ἀπὸ ἀκρεμόνων, εὐφωνότεροι τῶν παρ’ ἡμῖν ὀργάνων. πνεῦμά τε ἀεὶ μέτριον διαρρεῖ, καὶ τῶν ἀέρων ἡ κρᾶσισ ὁμοία διὰ παντόσ, μάλιστα δὲ ἐοίκεν ἀρχομένῳ θέρει. πρὸσ δὲ τούτοισ ὅ τε οὐρανὸσ ἐκεῖ καθαρώτεροσ καὶ τὰ ἄστρα πλείω καὶ λαμπρότερα. ζῶσι δὲ πλεῖον τετρακοσίων ἐτῶν, πάντα τὸν χρόνον τοῦτον ὡραῖοι καὶ νέοι καὶ οὔτε γῆράσ ἐστι παρ’ ἐκείνοισ οὔτε νόσοσ οὔτε πενία.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기