호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ μὲν οὖν ἐπίορκον κἄπιστον καλεῖν ἄνευ τοῦ τὰ πεπραγμένα δεικνύναι λοιδορίαν εἶναί τισ ἂν φήσειε κενὴν δικαίωσ· τὸ δὲ πάνθ’ ὅσα πώποτ’ ἔπραξε διεξιόντα ἐφ’ ἅπασι τούτοισ ἐλέγχειν, καὶ βραχέοσ λόγου συμβαίνει δεῖσθαι, καὶ δυοῖν ἕνεχ’ ἡγοῦμαι συμφέρειν εἰρῆσθαι, τοῦ τ’ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲσ ὑπάρχει, φαῦλον φαίνεσθαι, καὶ τοὺσ ὑπερεκπεπληγμένουσ ὡσ ἄμαχόν τινα τὸν Φίλιππον ἰδεῖν ὅτι πάντα διεξελήλυθεν οἷσ πρότερον παρακρουόμενοσ μέγασ ηὐξήθη, καὶ πρὸσ αὐτὴν ἥκει τὴν τελευτὴν τὰ πράγματ’ αὐτῷ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기