호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ’ ἦν οὕτωσ ὥσ φασι, πῶσ οὐκ ἔφριττον οἱ Τρῶεσ καὶ ὁ Πρίαμοσ τὴν πρὸσ τοὺσ Ἕλληνασ ἔχθραν, εἰδότεσ ὅτι καὶ πρότερον οὐδὲν τηλικοῦτον ἐξαμαρτόντεσ ἀπώλοντο καὶ ἀνάστατοι ἐγένοντο, καὶ πολλοὶ μνημονεύοντεσ τὴν ἅλωσιν μηδὲν τούτων ἐννοῆσαι μηδὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν; τίνα δὲ τρόπον ἀφικόμενοσ εἰσ τὴν Ἑλλάδα συνῆν τῇ Ἑλένῃ καὶ διελέγετο καὶ τελευτῶν ἀνέπεισεν αὐτήν φυγεῖν, μήτε γονέων μήτε πατρίδοσ μήτε ἀνδρὸσ ἢ θυγατρὸσ μήτε τῆσ παρὰ τοῖσ Ἕλλησι φήμησ φροντίσασαν, ἀλλὰ μηδὲ τοὺσ ἀδελφοὺσ φοβηθεῖσαν περιόντασ, οἳ πρότερον αὐτὴν ἀφείλοντο Θησέωσ καὶ οὐ περιεῖδον ἁρπασθεῖσαν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기