호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα ἀληθῆ φῶμεν εἶναι, ὦ Εὐθύφρων; μὴ μόνον γε, ὦ Σώκρατεσ, ἀλλ’ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάνπερ βούλῃ, περὶ τῶν θείων διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ’ ὅτι ἐκπλαγήσῃ. οὐκ ἂν θαυμάζοιμι. ἀλλὰ ταῦτα μέν μοι εἰσ αὖθισ ἐπὶ σχολῆσ διηγήσῃ· νυνὶ δὲ ὅπερ ἄρτι σε ἠρόμην πειρῶ σαφέστερον εἰπεῖν. οὐ γάρ με, ὦ ἑταῖρε, τὸ πρότερον ἱκανῶσ ἐδίδαξασ ἐρωτήσαντα τὸ ὅσιον ὅτι ποτ’ εἰή, ἀλλά μοι εἶπεσ ὅτι τοῦτο τυγχάνει ὅσιον ὂν ὃ σὺ νῦν ποιεῖσ, φόνου ἐπεξιὼν τῷ πατρί. καὶ ἀληθῆ γε ἔλεγον, ὦ Σώκρατεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기