호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾀδομένων δὲ τῶν ἑφεξῆσ ἀμοιβαίων πρὸσ τὸν χορόν, τίσ ἐφόνευσεν; ἐμὸν τὸ γέρασ· ἀναπηδήσασ ὁ Πομαξάθρησ ἐτύγχανε δὲ δειπνῶν ἀντελαμβάνετο τῆσ κεφαλῆσ, ὡσ ἑαυτῷ λέγειν ταῦτα μᾶλλον ἢ; ἐκείνῳ προσῆκον. ἡσθεὶσ δ’ ὁ βασιλεὺσ τὸν μὲν οἷσ πάτριόν ἐστιν ἐδωρήσατο, τῷ δ’ Ιἄσονι τάλαντον ἔδωκεν. εἰσ τοιοῦτό φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기