호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι τε πρὸσ τῷ φύσει τοιαύτη εἶναι, ὅταν λάβηται ἀνδρὸσ φθονεροῦ τε καὶ μὴ βουλομένου ἡμῖν ἐνδείκνυσθαι ἀλλ’ ἀποκρύπτεσθαι ὅτι μάλιστα τὴν αὑτοῦ σοφίαν, ὑπερφυῶσ δὴ τὸ χρῆμα ὡσ δύσγνωστον φαίνεται, ὅτι ποτὲ νοοῦσιν ἕκαστοσ αὐτῶν. οὐ γὰρ δήπου Ὅμηρόν γε τὸν θειότατόν τε καὶ σοφώτατον ποιητὴν ἀγνοεῖν δοκεῖσ ὡσ οὐχ οἱο͂́ν τε ἦν ἐπίστασθαι κακῶσ ‐ ἐκεῖνοσ γάρ ἐστιν ὁ λέγων τὸν Μαργίτην πολλὰ μὲν ἐπίστασθαι, κακῶσ δέ, φησί, πάντα ἠπίστατο ‐ ἀλλ’ αἰνίττεται οἶμαι παράγων τὸ κακῶσ μὲν ἀντὶ τοῦ κακοῦ, τὸ δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기