호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ διαλιπὼν χρόνον αὖθισ ὡρμᾶτο ἰέναι, καὶ ἔφη· "εἶμι δή, Σώκρατεσ. " αὖθισ ἐγένετο ἡ φωνή· αὖθισ οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν. τὸ τρίτον, βουλόμενόσ με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσασ ἄλλοσε τὸν νοῦν ἔχοντα· καὶ οὕτωσ ᾤχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ᾔει ἀποθανούμενοσ. ὅθεν δὴ τοῦτο εἶπεν πρὸσ τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἰοί ἀποθανούμενοσ διὰ τὸ ἐμοὶ ἀπιστῆσαι. ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίᾳ πολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆσ διαφθορᾶσ τοῦ στρατοπέδου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기