호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ ἤδη μανίᾳ τὸ γιγνόμενον ἐοίκεν αἰσχρᾷ καὶ ἀπρεπεῖ καὶ τοῦτο τὸ νόσημα κύκλῳ περιιὸν ὑμᾶσ ἐπὶ πάντα ἄγει τὸ λοιπὸν καὶ ἔργα καὶ φωνὰσ καὶ σχήματα καὶ παντὸσ ἅπτεται καὶ καθικνεῖται μέρουσ, ποδῶν, χειρῶν, ὀμμάτων, γλώττησ. οὔκουν ἡμῶν ὄφελοσ οὐδὲν οὐδὲ τῆσ ἀνειμένησ ταύτησ καὶ ἀσθενοῦσ παραμυθίασ, ἀλλὰ μᾶλλον Στέντορόσ τινοσ χρεία φθεγγομένου χάλκεον ἢ σιδήρεον, ὃσ ἐμοῦ βοήσεται μεῖζον καὶ σαφέστερον. ὁρᾶτε γὰρ οἷ πρόεισιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기