호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ πλήθει τε ὄντεσ ἰσχυροὶ Καὶ μέγα φρονοῦντεσ οὐχ ὑπήκουον, ἀλλ’ ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. οὐκέτ’ οὖν τὸ παρ’ ἀξίαν Καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆσ ἀποστάσεωσ τὴν σύγκλητον, ἀλλὰ δὴ διὰ φόβον τε καὶ κίνδυνον ὡσ πρὸσ ἕνα τῶν δυσκολωτάτων πολέμων Καὶ μεγίστων ἀμφοτέρουσ ἐξέπεμπον τούσ ὑπάτουσ, ὧν Γέλλιοσ μὲν τὸ Γερμανικόν ὕβρει Καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν ἐξαίφνησ ἐμπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοισ στρατοπέδοισ περιλαβόντοσ ὁρμήσασ ὁμόσε Καὶ μάχην συνάψασ ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν, ὠθουμένῳ δ’ αὐτῷ πρὸσ τὰσ Ἄλπεισ Κάσσιοσ ὁ τῆσ περὶ Πάδον Γαλατίασ στρατηγὸσ ἔχων μυρίουσ ἀπήντησε·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기