호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὰ μὲν Λακεδαιμονίων ὡσ πρὸσ Ἑλληνικοὺσ μὲν πλούτουσ μεγάλα, ὡσ δὲ πρὸσ τοὺσ Περσικοὺσ καὶ τοῦ ἐκείνων βασιλέωσ οὐδέν. ἐπεί ποτ’ ἐγὼ ἤκουσα ἀνδρὸσ ἀξιοπίστου τῶν ἀναβεβηκότων παρὰ βασιλέα, ὃσ ἔφη παρελθεῖν χώραν πάνυ πολλὴν καὶ ἀγαθήν, ἐγγὺσ ἡμερησίαν ὁδόν, ἣν καλεῖν τοὺσ ἐπιχωρίουσ ζώνην τῆσ βασιλέωσ γυναικόσ· εἶναι δὲ καὶ ἄλλην ἣν αὖ καλεῖσθαι καλύπτραν, καὶ ἄλλουσ πολλοὺσ τόπουσ καλοὺσ καὶ ἀγαθοὺσ εἰσ τὸν κόσμον ἐξῃρημένουσ τὸν τῆσ γυναικόσ, καὶ ὀνόματα ἔχειν ἑκάστουσ τῶν τόπων ἀπὸ ἑκάστου τῶν κόσμων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기