호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑμῖν δὲ νῦν ἐκ θεῶν τινοσ καιρὸσ παραγεγένηται, ἐὰν δεομένοισ βοηθήσητε Λακεδαιμονίοισ, κτήσασθαι τούτουσ εἰσ τὸν ἅπαντα χρόνον φίλουσ ἀπροφασίστουσ. καὶ γὰρ δὴ οὐκ ἐπ’ ὀλίγων μοι δοκοῦσι μαρτύρων νῦν ἂν εὖ παθεῖν ὑφ’ ὑμῶν· ἀλλ’ εἴσονται μὲν ταῦτα θεοὶ οἱ πάντα ὁρῶντεσ καὶ νῦν καὶ εἰσ ἀεί, συνεπίστανται δὲ τὰ γιγνόμενα οἵ τε σύμμαχοι καὶ οἱ πολέμιοι, πρὸσ δὲ τούτοισ καὶ ἅπαντεσ Ἕλληνέσ τε καὶ βάρβαροι· οὐδενὶ γὰρ τούτων ἀμελέσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기