호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενομένων δὲ τούτων, ὁ μὲν εἰσ τὴν Λακεδαίμονα ἀγγελῶν τὸ πάθοσ ἀφικνεῖται γυμνοπαιδιῶν τε οὔσησ τῆσ τελευταίασ καὶ τοῦ ἀνδρικοῦ χοροῦ ἔνδον ὄντοσ· οἱ δὲ ἔφοροι ἐπεὶ ἤκουσαν τὸ πάθοσ, ἐλυποῦντο μέν, ὥσπερ, οἶμαι, ἀνάγκη· τὸν μέντοι χορὸν οὐκ ἐξήγαγον, ἀλλὰ διαγωνίσασθαι εἰών. καὶ τὰ μὲν ὀνόματα πρὸσ τοὺσ οἰκείουσ ἑκάστου τῶν τεθνεώτων ἀπέδοσαν· προεῖπαν δὲ ταῖσ γυναιξὶ μὴ ποιεῖν κραυγήν, ἀλλὰ σιγῇ τὸ πάθοσ φέρειν. τῇ δ’ ὑστεραίᾳ ἦν ὁρᾶν, ὧν μὲν ἐτέθνασαν οἱ προσήκοντεσ, λιπαροὺσ καὶ φαιδροὺσ ἐν τῷ φανερῷ ἀναστρεφομένουσ, ὧν δὲ ζῶντεσ ἠγγελμένοι ἦσαν, ὀλίγουσ ἂν εἶδεσ, τούτουσ δὲ σκυθρωποὺσ καὶ ταπεινοὺσ περιιόντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기