호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ ταῦτ’ εἰπόντοσ αὐτοῦ ἐγὼ ἀπεκρινάμην ὅτι τὰ μὲν ἄλλα ἀξιόσκεπτα λέγει, τὸ δὲ Λακεδαιμονίοισ ὄντασ φίλουσ ἀποστῆναι πρὸσ τοὺσ ἐναντίουσ, μηδὲν ἔχοντασ ἐγκαλεῖν, τοῦτ’, ἔφην, ἄπορόν μοι δοκεῖ εἶναι· ὁ δ’ ἐπαινέσασ με καὶ εἰπὼν ὅτι μᾶλλον ἑκτέον μου εἰή, ὅτι τοιοῦτοσ εἰήν, ἀφῆκέ μοι ἐλθόντι πρὸσ ὑμᾶσ λέγειν τἀληθῆ, ὅτι διανοοῖτο στρατεύειν ἐπὶ Φαρσαλίουσ, εἰ μὴ πεισοίμεθα. αἰτεῖν οὖν ἐκέλευε βοήθειαν παρ’ ὑμῶν. καὶ ἐὰν μέν σοι, ἔφη, διδῶσιν ὥστε σε πείθειν ἱκανὴν πέμπειν συμμαχίαν ὡσ ἐμοὶ πολεμεῖν, ἄγ’, ἔφη, καὶ τούτῳ χρώμεθα ὅ τι ἂν ἀποβαίνῃ ἐκ τοῦ πολέμου· ἂν δέ σοι μὴ δοκῶσιν ἱκανῶσ βοηθεῖν, οὐκ ἤδη ἀνέγκλητοσ ἂν δικαίωσ εἰήσ εἰ τῇ πατρίδι ἥ σε τιμᾷ καὶ σὺ πράττοισ τὰ κράτιστα;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기