호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτι μέν, ὦ Πολυδάμα, καὶ ἄκουσαν τὴν ὑμετέραν πόλιν Φάρσαλον δυναίμην ἂν παραστήσασθαι ἔξεστί σοι ἐκ τῶνδε λογίζεσθαι. ἐγὼ γάρ, ἔφη, ἔχω μὲν Θετταλίασ τὰσ πλείστασ καὶ μεγίστασ πόλεισ συμμάχουσ· κατεστρεψάμην δ’ αὐτὰσ ὑμῶν σὺν αὐταῖσ τὰ ἐναντία ἐμοὶ στρατευομένων. καὶ μὴν οἶσθά γε ὅτι ξένουσ ἔχω μισθοφόρουσ εἰσ ἑξακισχιλίουσ, οἷσ, ὡσ ἐγὼ οἶμαι, οὐδεμία πόλισ δύναιτ’ ἂν ῥᾳδίωσ μάχεσθαι. ἀριθμὸσ μὲν γάρ, ἔφη, καὶ ἄλλοθεν οὐκ ἂν ἐλάττων ἐξέλθοι· ἀλλὰ τὰ μὲν ἐκ τῶν πόλεων στρατεύματα τοὺσ μὲν προεληλυθότασ ἤδη ταῖσ ἡλικίαισ ἔχει, τοὺσ δ’ οὔπω ἀκμάζοντασ· σωμασκοῦσί γε μὴν μάλα ὀλίγοι τινὲσ ἐν ἑκάστῃ πόλει· παρ’ ἐμοὶ δὲ οὐδεὶσ μισθοφορεῖ, ὅστισ μὴ ἱκανόσ ἐστιν ἐμοὶ ἴσα πονεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기