호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Λακεδαιμόνιοι πρότερον τούτων οὐ πολλῷ χρόνῳ Κρατησιππίδᾳ τῆσ ναυαρχίασ παρεληλυθυίασ Λύσανδρον ἐξέπεμψαν ναύαρχον. ὁ δὲ ἀφικόμενοσ εἰσ Ῥόδον καὶ ναῦσ ἐκεῖθεν λαβών, εἰσ Κῶ καὶ Μίλητον ἔπλευσεν, ἐκεῖθεν δ’ εἰσ Ἔφεσον, καὶ ἐκεῖ ἔμεινε ναῦσ ἔχων ἑβδομήκοντα μέχρι οὗ Κῦροσ εἰσ Σάρδεισ ἀφίκετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기