호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καταπλέοντοσ δ’ αὐτοῦ ὅ τε ἐκ τοῦ Πειραιῶσ καὶ ὁ ἐκ τοῦ ἄστεωσ ὄχλοσ ἡθροίσθη πρὸσ τὰσ ναῦσ, θαυμάζοντεσ καὶ ἰδεῖν βουλόμενοι τὸν Ἀλκιβιάδην, λέγοντεσ ὅτι οἱ μὲν ὡσ κράτιστοσ εἰή τῶν πολιτῶν καὶ μόνοσ ἀπελογήθη ὡσ οὐ δικαίωσ φύγοι, ἐπιβουλευθεὶσ δὲ ὑπὸ τῶν ἔλαττον ἐκείνου δυναμένων μοχθηρότερά τε λεγόντων καὶ πρὸσ τὸ αὑτῶν ἴδιον κέρδοσ πολιτευόντων, ἐκείνου ἀεὶ τὸ κοινὸν αὔξοντοσ καὶ ἀπὸ τῶν αὑτοῦ καὶ ἀπὸ τοῦ τῆσ πόλεωσ δυνατοῦ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기